О растениях. Аристотель
Читать онлайн книгу.του φυτοῦ. Εῖπε πάλιν Eμπεδοκλῆς ὅτι τα φυτά, εί καὶ νεοσσους ου γεννῶσι, διότι τὸ γεννώμενον οὐ γεννᾶται εί μὴ ἐκ τῆς φυσεως του σπερματος, και ὅτι ὅπερ μενει εξ, αὑτοῦ εν τῇ άρχῇ τροφὴ γίνεται τῆς ῥίζης, καί τὸ γεννώμενον κινεῖ αὐτὸ εαυτὸ παραυτίκα, ὅμως οὕτως ὀφείλομεν ὑπολαμβάνειν καὶ εν τῇ μίξει τῶν άρρενων καὶ τῶν θηλεων φυτῶν ὡς ἐπὶ τῶν ζῴων, ὅτι καῖ ή μίξις τῶν φυτῶν ἐστιν ἐν διοικήσει τινί’ ἀλλ’ ἐν τοῖς ζῴοις, ότε μίγνυνται τὰ γένη, μίγνυνται καὶ αἱ δυνάμεις τῶν γενῶν αῖ ῆσαν πρότερον κεχωρισμέναι, καί προῆλθεν ἐκ τουτων άμφοτέρων πρᾶγμά τι ἐν’ ὃ δη οὑκ ἐστιν ἐν τοῖς φυτοῖς. οὑ γάρ ὅτε μίγνυνται τα γένη καὶ αἱ δυνάμεις αὑτῶν, μέτα ταῦτα γίνονται κεχωρισμένα. Εἰ γοῦν ἡ φυσις ἐμιξε τό άρρεν μετὰ τοῦ θήλεος, καλῶς προέβη, ὅτι οὑχ εὑρίσκομέν ἐνέργειαν τινα ἐν τοῖς φυτοῖς παρα τὴν γένεσιν τῶν καρπῶν· οὑδέ γάρ ἐστι ζῶον κεχωρισμένον τοῦ θήλεος εί μῆ ἐν ὥραις αῖς οὑ συνάπτεται. τοῦτο δέ ἐστι δια τας πολλάς ἐνεργείας αὑτοῦ καὶ δια τας πολλάς αὑτοῦ ἐπιστήμας. Εῖσὶ δέ οἵτινες τά φυτά πεπλήρωμένα ὑπολαμβάνουσι, καί τήν χάριν τῆς ζωῆς αὑτῶν εῖναι δια τας δυο δυνάμεις ἃς ἐχει, ἤγουν δια την τροφήν τὴν ἐπιτηδείαν είς τὸ τρέφειν αὐτα καί διά τήν μακρότητα τῆς οἰκείας ὑπάρξεως καί τοῦ καιροῦ όπότάν βλαστάνῃ καῖ καρποφορῇ ἡ ζωη αὑτῶν, και στρέφηται πρὸς αὑτὰ ή νεότης αῦτῶν, καὶ οὑ γίνηται ἐν αυτοῖς τι περιττόν. Οὑ δεῖται δέ τὸ φυτόν ὕπνου δια πολλάς αίτίάς, ὅτι κεῖται τὸ φυτὸν έν τῇ γῆ καὶ δεσμεῖται ὑπ’ αυτῆς. Καὶ οὑκ ἐχει κίνησιν ἐν ἐαυτῷ οῦδὲ ὅρον διωρισμένον έν τοῖς οἰκείοις μέρεσιν, οὔτε αἴσθησιν ἐχει οὔτε κίνησιν άὺτοπροάίρετον οὔτε ψυχὴν τελείαν τοῦτο δέ έχέι μάλλον μέρος μέρους ψυχῆς. Καὶ τὸ φυτὸν οὑκ ἐδημιουργήθη εἰ μή διὰ τὸ ζῶον, τό δέ ζῷον ουκ ἐδημιουργήθη διὰ τό φυτόν. Καὶ πάλιν ἐάν εἴπῃ τις ὅτι τό φυτόν δεῖται μέν τροφῆς εὐτελοῦς καί μοχθηρᾶς, εί καί δεῖται δέ τοιαυτης, ὅμως κατα πολὺ σταθηρᾶς καί συνεχοῦς καὶ μὴ ῥαδίως διαφθειρομένης. Καντεῦθεν συνίσταται ’ίνα τὸ φυτόν ἐχη τι κρεῖττον παρὰ τὸ ζῶον, και δια τοῦτο ᾶνάγκη καί πράγματα άψυχα εῖναι εύγενέστέρα τῶν ἐμψύχων. Aλλὰ ἐργον έν τοῦ ζῴου ἐστὶ κρεῖττον παρὰ πᾶν ἐργον τοῦ φυτοῦ· άλλως τε εὑρίσκομεν καὶ ἐν τῶ ζῴῳ πάσας τάς δυνάμεις τὰς ἐν τῶ φυτῶ καί ἄλλας πολλάς, ού μὴν καὶ ἐμπάλιν. Εἶπε πάλιν ό Eμπεδοκλῆς ὅτι τα φυτά έχουσι γένεσιν έν κόσμῳ ήλαττωμένῳ καί ού τελείῳ κατὰ τήν συμπλήρωσιν αὑτοῦ, ταύτης δέ συμπληρουμένης [ού] γεννᾶται ζῷον. Aλλ’ οῦτος ό λόγος ἀνάρμοστός ἐστι, διότι ό κόσμος όλοτελής ἐστι καὶ διηνεκής, και ούκ ἐπάυσέ πῴποτε γεννᾶν ζῷα καὶ φυτά καὶ πάντα ἀλλοῖα ε’ίδη. Eν έκάστῴ δέ ε’ίδει τῶν φυτῶν ἐστι θερμότης και ὑγρότης φυσική, ἥτις ὁπόταν ἀναλωθείη, ασθενοῦσι τα φυτά καὶ γηράσκουσι καὶ φθίνουσι καί ξηραίνοντάι. καὶ τινές μέν λέγουσι τοῦτο φθοράν, ἄλλοι
Фрагмент 3
Некоторые